Μελάμπους: "Περί παλμών μαντική" (αρχαίο κείμενο)

(Η αναπαραγωγή του κειμένου βασίζεται στην έκδοσή του Johann G. Franz: "Scriptores Physiognomiae Veteres" [1780], σελ. 451-500.)

Μελάμποδος ἱερογραμματέως,
Περὶ παλμῶν μαντικὴ πρὸς Πτολεμαῖον βασιλέα.

Ὅσα μὲν ταῖς ἔμπροσθεν βίβλοις, κράτιστε βασιλεῦ Πτολεμαῖε, συνέγραψά σοι, ἐκ τῶν ἀδύτων στηλῶν τὰ τέρατα σημειωσάμενος, καὶ τὰ σύμβολα συνέγραψα. Ἐπεὶ δὲ καὶ νῦν ἀπέστειλάς μοι συγγράψασθαί σοι περὶ τῶν γινομένων παλμῶν ἐν τοῖς μέλεσι τῶν ἀνθρώπων, μεγάλην καὶ ἡδίστην ἡγοῦμαι τὴν ἐπιταγὴν ταύτην. Καὶ ἑτέρων οὖν τετυχηκὼς δωρεῶν, συνέλεξά σοι καὶ τάδε.

Κορυφὴ ἐὰν ἅλληται, λύπας καὶ ἀηδίας σημαίνει, ἤ ὁδὸν πορευθῆναι μακράν· δούλῳ, ὕβριν· παρθένῳ, ἄνδρα· χήρᾳ, λύπην· ἐν ἄλλοις, ἔκφευξιν κακῶν, δῆθεν κακῶς πράσσοντι· παρθένῳ γάμον, ὅτι ὁ Ζεῦς τὴν Ἀθηνᾶν ἐκ τῆς κορυφῆς ἔκτισε· χήρᾳ, ὁμοίως γάμον· πλουσίῳ, ζημίαν, καὶ ἐπιβουλήν, στρατιώτῃ, προκοπὴν· ναύτῃ, χειμῶνα· ἐπὶ δὲ κορυφῆς αὐτοῦ οἱ χειμαζόμενοι σωθήσονται.

Κεφαλὴ ἐὰν ἅλληται, ἤ αἱ τρίχες ὀρθαὶ ἵστανται, ἤ ἐν μακρῷ φρίσσουσιν ἐπιμόνως πλείονα χρόνον, ἐπιβουλὴν σημαίνει ἤ ἀπὸ φίλου τινὸς καὶ συγγενοῦς ζημίαν· δούλῳ, νόσον· παρθένῳ ψόγον· χήρᾳ, ὕβριν· πενομένοις, καὶ ἐν ἐνδείᾳ τυγχάνουσιν, ἀγαθὰ δηλοῖ· πλουσίοις, ἀσθένειαν, καὶ ἐπανάστασιν τοῦ βίου· νοσοῦντι δὲ, ζωήν. Ἄλλως κεφαλὴ ἐὰν ἅλληται ἐπὶ πλείονα χρόνον, κακόν τι σημαίνει· δούλῳ, δεσπότου θάνατον· χήρᾳ, βλάβην. Ἐν ἄλλοις, ὑποταγὴν, καὶ αὖθις ἐλευθερίαν δηλοῖ. Κεφαλὴ ὅλη ἐὰν ἅλληται, θάνατον δηλοῖ· ἐν ἄλλοις ἀγαθὰ πολλὰ σημαίνει. Κεφαλῆς τὸ ὄπισθεν μέρος μέχρι τοῦ κύκλου ἐὰν ἅλληται, κατὰ πάντα ἐχθρὰν, καὶ ἐπιβουλὴν δηλοῖ, καὶ οἰκείων θάνατον· τοῖς δὲ λοιποῖς, συμφοράν· δούλῳ, ἀγαθόν· παρθένῳ, ἐπιτυχίαν καλοῦ ἀνδρός· χήρᾳ, νόσον· ἐν ἄλλοις, πλουσίῳ κίνδυνον· γεοργῷ, κόπον. Κεφαλῆς τὸ δεξιὸν μέρος ἐὰν ἅλληται, ἀγαθὸν δηλοῖ· δούλῳ, χαρὰν καὶ ἐλευθερίαν, παρθένῳ, ψόγον· χήρᾳ, κακὸν καὶ ἐπιμονὴν τῆς χηρίας. Κεφαλῆς τὸ ἀριστερὸν μέρος ἐὰν ἅλληται, βλάβην δηλοῖ· πλουσίῳ, εὐωχίαν· δούλῳ, μετάβασιν οἰκίας· παρθένῳ, ψόγον· χήρᾳ, ὕβριν.

Ἐγκέφαλος ἐὰν ἅλληται, νόσον δηλοῖ τῷ ὑγιαίνοντι· τῷ νοσοῦντι δὲ, ὑγείαν, καὶ αὔξησιν τοῦ σώματος, καὶ βίου· ἀτέκνοις, τέκνον καὶ χαράν· ἐνδήμοις ἀποδημίαν, καὶ ἄφιξιν εἰς τὴν ἰδίαν πατρίδα· στρατιώτῃ, καὶ ναύτῃ, κεφαλῆς κίνδυνον δηλοῖ.

Μέτωπον ἐὰν ἅλληται, ἰταμοῖς καὶ ἀναιδέσι πράγμασιν ἐμπεσεῖσθαι δηλοῖ· δούλῳ, δεσπότου θάνατον· παρθένῳ, ἐπιβουλὴν· χήρᾳ, βλάβην. Μετώπου τὸ δεξιὸν μέρος ἐὰν ἅλληται, μέγας καὶ ἐγκρατής ἐστιν ὁ τοιοῦτος· δούλῳ, ὕβριν· παρθένῳ, συμβουλήν· μετώπου ἀριστερὸν μέρος ἐὰν ἅλληται, κατὰ πάντα κακὸν δηλοῖ, καὶ κλαυθμὸν· δούλῳ, ὠφέλειαν· παρθένῳ, γάμον· χήρᾳ, ψόγον. Μετώπου τὸ μέσον ἐὰν ἅλληται, πένθος δηλοῖ· δούλῳ, κακόν· παρθένῳ, ὠφέλειαν· χήρᾳ, ὕβριν· ἐν ἄλλῳ ἀγαθὸν δηλοῖ ἐν παντί.

Κρόταφος δεξιὸς ἐὰν ἅλληται, κατὰ πάντα ἀγαθόν· δούλῳ, ἀνωμαλίαν· παρθένῳ, εὐωχίαν πρόσκαιρον· χήρᾳ, ἀποδημίαν, καὶ ὠφέλειαν. Κρόταφος εὐώνυμος ἐὰν ἅλληται, κατὰ πάντα ἀγαθὸν, ὠφέλειαν ἀπροσδόκητον δηλοῖ· δούλῳ, ἀνωμαλίαν· παρθένῳ, ἐκκοπὴν γάμων· χήρᾳ, ἀγαθόν.

Ὀφρὺς δεξιὰ ἐὰν ἅλληται, νόσον δηλοῖ ὀλίγον χρόνον, καὶ μετ᾿ ὀλίγον εὐπορίαν· πένητι, πλοῦτον· δούλῳ, ἀγαθόν· παρθένῳ, ψόγον· χήρᾳ, ὕβριν. Ὀφρὺς ἀριστερὰ ἐὰν ἅλληται, ἀγαθὸν πολὺ σημαίνει ἀπροσδόκητον· ἀλλὰ καὶ εὐτυχήσει, καὶ πίστιν ἕξει. Ὀφρύων τὸ μέσον ἐὰν ἅλληται, κατὰ Φημονόην, κακὸν ἅπασι· δούλῳ, ἀγαθόν· παρθένῳ, συμβουλήν· χήρᾳ, ὠφέλειαν.

Ὀφθαλμὸς δεξιὸς ἐὰν ἅλληται, κατὰ Φημονόην, καὶ Αἰγυπτίους καὶ Ἀντιφῶντα, ἐχθροὺς ὑποχειρίους ἕξει. Ἄγει δὲ καὶ ἀποδήμους. Ὀφθαλμοῦ δεξιοῦ τὸ ἀνω βλέφαρον ἐὰν ἅλληται, ἐπίκτησιν πάντως δηλοῖ· κατὰ δὲ Ἀντιφῶντα, πρᾶξιν καὶ ὑγείαν· δούλῳ, ἐπιβουλήν· χήρᾳ, ἀποδημίαν. Δεξιοῦ ὀφθαλμοῦ τὸ κάτω βλέφαρον ἐὰν ἅλληται, δάκρυα δηλοῖ· δούλῳ, ἀγαθὸν· παρθένῳ ὕβριν· χήρᾳ, ὑποταγήν. Ὀφθαλμοῦ δεξιοῦ κανθὸς ἐὰν ἅλληται, ἤ ὁμήλης, πένητι ἀηδίαν δηλοῖ· δούλῳ, διαβολήν· παρθένῳ, κίνδυνον· χήρᾳ, ψόγον· ἐχθροῦ ἀποδημοῦντος ἐπέλευσιν δηλοῖ. Ὀφθαλμὸς ἀριστερὸς ἐὰν ἅλληται, ἥξει τις αὐτῷ ἀπὸ ξένης, ὅν μάλιστα ἀγαπᾶ· ἤ αὐτὸς ὁδὸν πορεύσεται· καὶ εἰ προσέφυγέ τις ἐξ αὐτοῦ μακρὰν ὁδὸν, εὑρήσει τοῦτον. Καὶ διὰ θηλυκῶν προσώπων ἐλπίδα δηλοῖ· πένητι δὲ ὁδὸν πορευθῆναι ἐπ᾿ ἀγαθῷ. Ἐν ἄλλοις δὲ πολλὰ κοπιᾶσαι, καὶ ὀλίγα κτήσασθαι δηλοῖ. Ὀφθαλμοῦ ἀριστεροῦ τὸ ἄνω βλέφαρον ἐὰν ἅλληται, πένητι ἐπίκτησιν δηλοῖ, καὶ εὐπορίαν· δούλῳ, ἐπιβουλήν· παρθένῳ, ψόγον· χήρᾳ, ἀγαθόν· πλουσίῳ, εὐωχίαν· γεωργῷ, καὶ κυνηγῷ, ὠφέλειαν· στρατιώτῃ, προκοπήν. Ὀφθαλμοῦ ἀριστεροῦ ὁ δεξιὸς κανθὸς ἐὰν ἅλληται, ἤγουν ὁ πρὸς τὴν ῥίνα, ὑγείαν καὶ σωτηρίαν δηλοῖ. Ὁ δὲ ἀριστερὸς ἐὰν ἅλληται, ἐπὶ πάντων ἀγαθὸν δηλοῖ. Ὀφθαλμοῦ ἀριστεροῦ τὸ κάτω βλέφαρον ἐὰν ἅλληται, ἀηδίαν σημαίνει· δούλῳ, διαβολήν· παρθένῳ, ἀφθαρσίαν· χήρᾳ, ὕβριν. Ὀφθαλμοῦ ἀριστεροῦ ὁ κανθὸς ἰοβόλος ἁλλόμενος, ἀηδίας καὶ λύπας δηλοῖ παντί· δούλῳ ὠφέλειαν· παρθένῳ, νόσον. Ὀφθαλμοῦ ἀριστεροῦ ἡ οὐρὰ ἐὰν ἅλληται, ἀγαθὰ πολλὰ δηλοῖ· δούλοις, πίστεως ἐπιτυχεῖν, ὅθεν ἄν ὠφεληθήσεται, παρθένῳ, ψόγον· χήρᾳ, λύπην.

Ῥινὸς δεξιὸν μέρος ἐὰν ἅλληται, ἀηδίας φυγὴν δηλοῖ· δούλῳ, ὠφέλειαν· παρθένῳ, συμβουλήν· χήρᾳ, ὑποταγήν. Ῥινὸς ἀριστερὸν μέρος ἁλλόμενον, ἀγαθὰ δηλοῖ ἀπροσδόκητα· δούλῳ, ὠφέλειαν· παρθένῳ, συμβουλήν· χήρᾳ ὑποταγήν. Τὸ μέσον τῆς ῥινὸς ἁλλόμενον, λύπην δηλοῖ· δούλῳ, ἀηδίαν· παρθένῳ, γάμον· χήρᾳ, ψόγον. Ῥὶς ὅλη ἐὰν ἅλληται, κατὰ πάντα ἀγαθὰ δηλοῖ ἀπροσδόκητα. Τὸ ἄκρον τοῦ ἀριστεροῦ μέρους τῆς ῥινὸς ἐὰν ἅλληται, ζημίαν δηλοῖ· δούλῳ, κακοπάθειαν· παρθένῳ, ψόγον· χήρᾳ, διαβολήν.

Μυκτὴρ δεξιὸς ἐὰν ἅλληται, ὠφέλειαν δηλοῖ· δούλῳ, καὶ παρθένῳ, καὶ χήρᾳ, ἀηδίαν. Μυκτὴρ ἀριστερὸς ἐὰν ἅλληται, ὠφέλειαν δηλοῖ· δούλῳ, οἰκίας μετάστασιν· παρθένῳ, ἄνδρα· χήρᾳ, ὠφέλειαν. Τὸ μέσον τοῦ μυκτῆρος ἁλλόμενον, ζημίαν καὶ ὕβριν δηλοῖ· δούλῳ, εὐφρασίαν· χήρᾳ, ὠφέλειαν.

Μῆλον δεξιὸν ἁλλόμενον, ὕβριν ἀπροσδόκητον δηλοῖ· δούλῳ, ἀγαθὸν· παρθένῳ, ὕβριν. Μῆλον ἀριστερὸν ἁλλόμενον, κατὰ πάντα ἀγαθὸν δηλοῖ· δούλῳ, μακρὰν ἀποδημίαν· παρθένῳ, ψόγον· χήρᾳ, ὠφέλειαν.

Χεῖλος τὸ ἄνωθεν ἐὰν ἅλληται, διάκρισιν πρός τινα καὶ νίκην σημαίνει· δούλῳ, ἀγαθόν· παρθένῳ κέρδος. Χεῖλος τὸ κάτω ἁλλόμενον, ὠφέλειαν, ἤ ἔργου ζημίαν δηλοῖ.

Μελάμπους: "Περί ελαιών του σώματος" (αρχαίο κείμενο)

(Η αναπαραγωγή του κειμένου βασίζεται στην έκδοσή του Johann G. Franz: "Scriptores Physiognomiae Veteres" [1780], σελ. 501-508.)


Μελάμποδος ἱερογραμματέως,
Περὶ ἐλαιῶν τοῦ σώματος μαντικὴ πρὸς Πτολεμαῖον βασιλέα.


Ἐὰν ἐστὶν (ἐλαία) εἰς τὸ μέτωπον τοῦ ἀνδρὸς, πολλῶν ἀγαθῶν ἔσται κύριος. Εἰ δὲ εἰς τὸ μέτωπον τῆς γυναικὸς, ἡ γυνὴ βασιλεύσει, ἤ μεγίστη ἔσται.

Ἐὰν ἔξω τῶν ὀφρύων τοῦ ἀνδρὸς, λαμβάνει γυναῖκα ἀγαθὴν, καὶ εὔμορφον· εἰ δὲ γυναικὸς, καὶ ἔστιν ἡ χροιὰ αὐτῆς πυῤῥὰ, λαμβάνει ἄνδρα πλούσιον, καὶ εὔμορφον. Εἰ δὲ ἐπὶ τῶν ὀφρύων τοῦ ἀνδρὸς, οὐ δεῖ συζυγῆναι αὐτὸν, ὅτι πέντε γυναῖκες ἀνὴρ γενήσεται. Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γυναικός.

Ἐὰν ᾖ εἰς τὴν ῥίνα τοῦ ἀνδρὸς, καὶ ἡ χροιὰ αὐτοῦ ἔσται πυῤῥὰ, ἀκόρεστος ἔσται τῆς συνουσίας, ὅτε καὶ εἰς τὸ κρυπτὸν ἔχει ἐλαίαν. Ἐὰν ᾖ εἰς τὴν ῥίνα ἤ εἰς τὸν ὀφθαλμὸν τῆς γυναικὸς, ὁμοίως ἀποβήσεται τῷ ἀνδρὶ, ὅτι καὶ αὐτὴ εἰς τὸ κρυπτὸν ἐλαίαν ἔχει. Ἐὰν εἰς τὸ πλάγιον τῆς ῥινὸς τοῦ ἀνδρὸς, ξενιτεύσει ἀπὸ χώρας εἰς χώραν. Ἐπὶ δὲ γυναικὸς, κακοποδίνα γενήσεται, ὅτι καὶ εἰς κρυπτὸν ἐλαίαν ἔχει.

Ἐὰν εἰς τὸ μάγουλον τοῦ ἀνδρὸς, πλούσιος γενήσεται. Ἐπὶ δὲ γυναικὸς, ἐὰν εἰς τὸ κάτω μέρος τοῦ σιαγόνος, ἐμπαθὴς ἔσται, ὅτι καὶ εἰς τὸ ὑπογάστριον ἔχει.

Ἐὰν εἰς τὴν γλῶσσαν τοῦ ἀνδρὸς, λήψεται γυναῖκα πλουσίαν, καὶ καλήν.

Ἐὰν εἰς τὰ χείλη τοῦ ἀνδρὸς ἐλαία ᾖ, πολύφαγος ἔσται. Ὁμοίως καὶ ἐπὶ γυναικῶν.

Ἐὰν εἰς τὸν πώγωνα ἔχει ὁ ἀνὴρ ἐλαίαν, πλούσιος ἔσται χρυσίῳ καὶ ἀργυρίῳ. Τὸ αὐτὸ καὶ ἐπὶ γυναικὸς, ὅτι καὶ εἰς τὸν σπλῆνα ἔχει.

Ἐὰν εἰς τὰ ὦτα ἔχει ὁ ἀνὴρ, πλούσιος καὶ εὐλογημένος ἔσται. Τὸ αὐτὸ καὶ ἐπὶ γυναικὸς, ὅτι καὶ εἰς τὸν μηρὸν ἐλαίαν ἔχει.

Ἐὰν εἰς τὸν τράχηλον ἔχει ὁ ἀνὴρ, πλούσιος ἔσται σφόδρα. Ὁμοίως καὶ ἐπὶ γυναικὸς.

Ἐὰν εἰς τὸν αὐχένα ἔχει ὀπίσω ὁ ἀνὴρ, ἀποκεφαλίζεται.

Ὲὰν εἰς τὰς ψύας, πτωχὸς ἔσται καὶ ἀτυχὴς βαστάζων γένους. Ἐπὶ γυναικὸς ὁμοίως.

Ἐάν εἰς τοὺς ὤμους, δέσμιος ἔσται, καὶ θλιβόμενος.

Ἐὰν εἰς τὴν μάλην, λήψεται γυναῖκα πλουσίαν καὶ καλὴν. Καὶ ἡ γυνὴ ὁμοίως.

Ἐὰν εἰς τὰς χεῖρας, πολύτεκνος ἔσται. Καὶ ἡ γυνὴ ὁμοίως.

Ἐὰν εἰς τὸ στῆθος, πένης ἔσται. Καὶ ἡ γυνὴ ὁμοίως.

Ἐὰν ἐπάνω τῆς καρδίας, πολυπόνηρος ἔσται. Τῇ δὲ γυναικὶ τοῦτο συμβαίνει, ὅταν εἰς τὸν μαστὸν ἐλαίαν ἔχει.

Ἐὰν εἰς τὴν κοιλίαν, φάγοι ἀμφότεροι ἔσονται.

Ἐὰν εἰς τὸν σπλῆνα, ἐμπαθεῖς καὶ ἐπίνοσοι.

Ἐὰν εἰς τὸ ὑπογάστριον, ἐμπαθεῖς ἔσονται.

Ἐὰν εἰς τὸ κρυπτὸν, ἄπληστοι ἔσονται ὑπὸ τῆς συνουσίας.

Ἐὰν εἰς τὸ φυσικὸν, ὁ μὲν ἀνὴρ ἀῤῥενόγυρος ἔσται· ἡ δὲ γυνὴ τοὐναντίον.

Ἐὰν εἰς τὸν μηρὸν, πλούσιοι ἔσονται.

Ἐὰν εἰς τὰ γόνατα, λήψεται γυναῖκα πλουσίαν. Ἡ δὲ γυνὴ, εἰ μὲν εἰς τὸ δεξιὸν γόνυ, ἀγαθὴ ἔσται· εἰ δὲ εἰς τὸ ἀριστερὸν, πολύτεκνος ἔσται.

Ἐὰν εἰς τὸν ἀστράγαλον, ὁ ἀνὴρ (τὴν γυναῖκα) ἀπρόσωπον ποιεῖ ἀπὸ τῆς χιτωνίας· ἡ δὲ γυνὴ, τὸν ἄνδρα ἀπὸ τῆς ἐξουσίας.

Ἐὰν δὲ εἰς τοὺς πόδας ἔχουσιν ἐλαίαν, πολύτεκνοι ἔσονται.

Σημείωσαι οὖν τὸ ἐπὶ ἀνδρῶν καὶ γυναικῶν· ἐὰν ᾖ ἡ ἐλαία εἰς τὰ δεξιὰ μέρη, πλούσιοι καὶ ἀγαθοὶ πάντων γενήσονται· εἰ δὲ εἰς τὰ εὐώνυμα, ἐμπαθεῖς καὶ πτωχοὶ ἔσονται.

(Ψηφιοποίηση κειμένου: Χρήστος Μπελόπουλος)

Ψευδο-Ηρόδοτος: "Βίος Ομήρου" (αρχαίο κείμενο)

(Η αναπαραγωγή του κειμένου βασίζεται στην έκδοσή του Antonius Westermann: "Βιογράφοι - Vitarum scriptores Graeci minores" [1845], σελ. 1-20.)

Ανάγνωση από τον Όμηρο
Λώρενς Άλμα–Ταντέμα (1836-1912)

[Ἡροδότου Ἁλικαρνασσῆος] περὶ τῆς τοῦ Ὁμήρου γενέσιος καὶ βιοτῆς.

 (1) Ἡρόδοτος Ἁλικαρνασσεὺς περὶ Ὁμήρου γενέσιος καὶ ἡλικίης καὶ βιοτῆς τάδε ἱστόρηκε, ζητήσας ἐπεξελθεῖν εἰς τὸ ἀτρεκέστατον. ἐπεὶ γὰρ ἡ πάλαι Αἰολιῶτις Κύμη ἐκτίζετο, συνῆλθον ἐν αὐτῇ παντοδαπὰ ἔθνεα Ἑλληνικά, καὶ δὴ καὶ ἐκ Μαγνησίης ἄλλοι τέ τινες καὶ Μελάνωπος ὁ Ἰθαγένεος τοῦ Κρήθωνος, οὐ πολύφορτος, ἀλλὰ βραχέα τοῦ βίου ἔχων. οὗτος δ᾿ ὁ Μελάνωπος ἔγημεν ἐν τῇ Κύμῃ τὴν θυγατέρα Ὀμύρητος, καὶ αὐτῷ γίνεται ἐκ κοίτης θῆλυ τέκνον, ᾧ οὔνομα τίθεται Κρηθηίδα. καὶ αὐτὸς μὲν ὁ Μελάνωπος καὶ ἡ γυνὴ αὐτοῦ ἐτελεύτησαν τὸν βίον· τὴν δὲ θυγατέρα ἐπιτρέπει ἀνδρί, ᾧ ἐχρῆτο μάλιστα, Κλεάνακτι τῷ Ἀργείῳ.

 (2) χρόνου δὲ προϊόντος συνέβη τὴν παῖδα μιγεῖσαν ἀνδρὶ λαθραίως ἐν γαστρὶ σχεῖν. τὰ μὲν οὖν πρῶτα ἐλάνθανεν· ἐπεὶ δ᾿ ᾔσθετο ὁ Κλεάναξ, ἤχθετο τῇ συμφορῇ, καὶ καλεσάμενος τὴν Κρηθηίδα χωρὶς πάντων ἐν αἰτίῃ μεγάλῃ εἶχεν, ἐπιλεγόμενος τὴν αἰσχύνην τὴν πρὸς τοὺς πολιήτας. προβουλεύεται οὖν περὶ αὐτῆς τάδε. ἔτυχον οἱ Κυμαῖοι κτίζοντες τότε τοῦ Ἑρμείου κόλπου τὸν μυχόν, κτιζομένοισι δὲ τὴν πόλιν Σμύρναν ἔθετο τὸ ὄνομα Θησεύς, μνημεῖον ἐθέλων καταστῆσαι τῆς ἑωυτοῦ γυναικὸς ὁμώνυμον· ἦν γὰρ αὐτῇ τοὔνομα Σμύρνη. ὁ δὲ Θησεὺς ἦν τῶν τὴν Κύμην κτισάντων ἐν τοῖς πρώτοις Θεσσαλῶν, ἀπ᾿ Εὐμήλου τοῦ Ἀδμήτου, κάρτα εὖ ἔχων τοῦ βίου. ἐνθαῦτα ὑπεκτίθεται ὁ Κλεάναξ τὴν Κρηθηίδα πρὸς Ἰσμηνίην τὸν Βοιώτιον τῶν ἀποίκων λελογχότα, ὃς ἐτύγχανεν αὐτῷ ἐὼν ἑταῖρος τὰ μάλιστα.

 (3) χρόνου δὲ προϊόντος ἐξελθοῦσα ἡ Κρηθηὶς μετ᾿ ἄλλων γυναικῶν πρὸς ἑορτήν τινα ἐπὶ τὸν ποταμὸν τὸν καλούμενον Μέλητα, ἤδη ἐπίτοκος οὖσα, τίκτει τὸν Ὅμηρον, οὐ τυφλόν, ἀλλὰ δεδορκότα, καὶ τίθεται ὄνομα τῷ παιδίῳ Μελησιγένεα, ἀπὸ τοῦ ποταμοῦ τὴν ἐπωνυμίαν λαβοῦσα. τέως μὲν οὖν ἡ Κρηθηὶς ἦν παρὰ τῷ Ἰσμηνίῃ· προϊόντος δὲ τοῦ χρόνου ἐξῆλθε καὶ ἀπ᾿ ἐργασίης χειρῶν ὡρμημένη ἔτρεφε τὸ παιδίον καὶ ἑωυτήν, ἄλλοτε παρ᾿ ἄλλων ἔργα λαμβάνουσα, καὶ ἐπαίδευε τὸν παῖδα ἀφ᾿ ὧν ἠδύνατο.

 (4) ἦν δέ τις ἐν Σμύρνῃ τοῦτον τὸν χρόνον Φήμιος τοὔνομα, παῖδας γράμματα καὶ τὴν ἄλλην μουσικὴν διδάσκων πᾶσαν. οὗτος μισθοῦται τὴν Κρηθηίδα, ὢν μονότροπος, ἐριουργῆσαι αὐτῷ ἔριά τινα, ἃ παρὰ τῶν παίδων εἰς μισθὸν ἐλάμβανεν. ἡ δὲ παρ᾿ αὐτῷ εἰργάζετο πολλῷ κοσμίῳ καὶ σωφροσύνῃ πολλῇ χρωμένη, καὶ τῷ Φημίῳ κάρτα ἠρέσκετο. τέλος δὲ προσηνέγκατο αὐτῇ λόγους πείθων ἑωυτῷ συνοικεῖν, ἄλλά τε πολλὰ λέγων οἷς μιν ᾤετο προσάξεσθαι, καὶ ἔτι περὶ τοῦ παιδός, υἱὸν ποιούμενος, καὶ ὅτι τραφεὶς καὶ παιδευθεὶς ὑπ᾿ αὐτοῦ ἄξιος λόγου ἔσται (ἑώρα γὰρ τὸν παῖδα ὄντα συνετὸν καὶ κάρτα εὐφυέα), ἔστ᾿ ἀνέπεισεν αὐτὴν ποιεῖν ταῦτα.

 (5) ὁ παῖς δ᾿ ἦν τε φύσιν ἔχων ἀγαθήν, ἐπιμελίης τε καὶ παιδεύσιος προσγενομένης αὐτίκα πολλὸν τῶν πάντων ὑπερεῖχεν. χρόνου δ᾿ ἐπιγενομένου ἀνδρούμενος οὐδὲν τοῦ Φημίου ὑποδεέστερος ἦν ἐν τῇ διδασκαλίᾳ. καὶ οὕτως ὁ μὲν Φήμιος ἐτελεύτησε τὸν βίον, καταλιπὼν πάντα τῷ παιδί, οὐ πολλῷ δ᾿ ὕστερον καὶ ἡ Κρηθηὶς ἐτελεύτησεν. ὁ δὲ Μελησιγένης ἐπὶ τῇ διδασκαλίᾳ καθειστήκει, καθ᾿ ἑωυτὸν δὲ γενόμενος μᾶλλον ὑπὸ τῶν ἀνθρώπων ἑωρᾶτο. καὶ αὐτοῦ θωυμασταὶ καθειστήκεισαν οἵ τ᾿ ἐγχώριοι καὶ τῶν ξένων οἱ ἐσαπικνεόμενοι. ἐμπόριον γὰρ ἦν ἡ Σμύρνη καὶ σῖτος ἐξήγετο πολὺς αὐτόθεν ἐκ τῆς ἐπικειμένης χώρας δαψιλέως κάρτα ἐσαγόμενος ἐς αὐτήν. οἱ οὖν ξένοι, ὁκότε παύσοιντο τῶν ἔργων, ἀπεσχόλαζον παρὰ τῷ Μελησιγένει ἐγκαθίζοντες.

 (6) ἦν δὲ ἐν αὐτοῖς τότε καὶ Μέντης ναύκληρος ἀπὸ τῶν περὶ Λευκάδα τόπων καταπεπλευκὼς ἐπὶ σῖτον, ἔχων ναῦν, πεπαιδευμένος τ᾿ ἀνὴρ ὡς ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ πολυίστωρ, ὅς μιν ἔπεισε τὸν Μελησιγένη μεθ᾿ ἑωυτοῦ πλεῖν καταλύσαντα τὴν διδασκαλίαν, μισθόν τε λαμβάνοντα καὶ τὰ δέοντα πάντα, καὶ ὅτι χώρας καὶ πόλιας θεήσασθαι ἄξιον εἴη αὐτῷ ἕως νέος ἐστίν. καί μιν οἴομαι μάλιστα τούτοισι προαχθῆναι· ἴσως γὰρ καὶ τῇ ποιήσει ἤδη τότ᾿ ἐπενόει ἐπιθήσεσθαι. καταλύσας δὲ τὴν διδασκαλίαν ἐναυτίλλετο μετὰ τοῦ Μέντεω, καὶ ὅπου ἑκάστοτε ἀφίκοιτο, πάντα τὰ ἐπιχώρια διεωρᾶτο καὶ ἱστορέων ἐπυνθάνετο. εἰκὸς δέ μιν ἦν καὶ μνημόσυνα πάντων γράφεσθαι.

Αντωνίνος Λιβεράλις: "Μεταμορφώσεις" (αρχαίο κείμενο)


Το κείμενο μετακινήθηκε στο συνδεδεμένο ιστολόγιο:




Ζηνόβιος: "Επιτομή παροιμιών" (αρχαίο κείμενο)

Τίμαιος ο Σοφιστής: "Πλατωνικό Λεξικό"


Το κείμενο μετακινήθηκε στο συνδεδεμένο ιστολόγιο:




Παρθένιος: "Ερωτικά παθήματα" (αρχαίο κείμενο)


Το κείμενο μετακινήθηκε στο συνδεδεμένο ιστολόγιο:

 


Παλαίφατος: "Περί απίστων" (αρχαίο κείμενο)


Το κείμενο μετακινήθηκε στο ιστολόγιο: 




Ηράκλειτος: "Περί απίστων" (αρχαίο κείμενο)

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *